Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.60 Dem. 57.63 (English) >>Dem. 57.67

57.62εἰ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τοῦτο δοκοῦσιν οὗτοι λέγειν μάλιστʼ ἰσχυρόν, ὡς ἀπεψηφίσαντό μου νῦν οἱ δημόται, ἐγὼ τετράκις ἐπιδεικνύω πρότερον, ὅθʼ ὁσίως ἄνευ συστάσεως ἐψηφίσαντο, καὶ ἐμὲ καὶ τὸν πατέρα δημότας αὑτῶν εἶναι ψηφισαμένους, πρῶτον μέν γε τοῦ πατρὸς δοκιμασθέντος, εἶτʼ ἐμοῦ, εἶτʼ ἐν τῇ προτέρᾳ διαψηφίσει, ὅτʼ ἠφάνισαν οὗτοι τὸ γραμματεῖον· τὸ δὲ τελευταῖον προκρίναντες ἐμὲ ἐψηφίσαντʼ ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ. καὶ ταῦτα πάντα μεμαρτύρηται.

57.63εἰ δὲ δεῖ τὴν δημαρχίαν λέγειν, διʼ ἣν ὠργίζοντό μοί τινες, ἐν διάφορος ἐγενόμην εἰσπράττων ὀφείλοντας πολλοὺς αὐτῶν μισθώσεις τεμενῶν καὶ ἕτερʼ τῶν κοινῶν διηρπάκεσαν, ἐγὼ μὲν ἂν βουλοίμην ὑμᾶς ἀκούειν, ἀλλʼ ἴσως ἔξω τοῦ πράγματος ὑπολήψεσθε ταῦτʼ εἶναι. ἐπεὶ καὶ τοῦτʼ ἔχω δεικνύναι τεκμήριον ὡς συνέστησαν· ἔκ τε γὰρ τοῦ ὅρκου ἐξήλειψαν τὸ ψηφιεῖσθαι γνώμῃ τῇ δικαιοτάτῃ καὶ οὔτε χάριτος ἕνεκʼ οὔτʼ ἔχθρας· 57.64καὶ γὰρ τοῦτο φανερὸν ἐγένετο καὶ ὅτι ἱεροσυλήσαντες τὰ ὅπλα (εἰρήσεται γάρ), ἐγὼ ἀνέθηκα τῇ Ἀθηνᾷ, καὶ τὸ ψήφισμʼ ἐκκολάψαντες ἐμοὶ ἐψηφίσανθʼ οἱ δημόται, συνώμνυον οὗτοι ἐπʼ ἐμὲ οἱ ὑπʼ ἐμοῦ τὰ κοινὰ εἰσπραχθέντες. καὶ εἰς τοσοῦτʼ ἀναιδείας ἐληλύθασιν, ὥστʼ ἔλεγον περιιόντες ἐμὲ τῆς ἀπολογίας ἕνεκα ταῦτα ποιῆσαι. καὶ τίς ὑμῶν ἂν καταγνοίη μου τοσαύτην μανίαν, ἄνδρες δικασταί, ὥστε τηλικούτων ἕνεκα πρὸς τὸ πρᾶγμα τεκμηρίων ἄξια θανάτου διαπράξασθαι, καὶ ἐμοὶ φιλοτιμίαν ἔφερεν, ταῦτʼ ἀφανίζειν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.60 Dem. 57.63 (English) >>Dem. 57.67

Powered by PhiloLogic